Luke 7

1
 Ἐπειδὴ = WH Treg NA/NIV: || Ἐπει δὲ = RP
Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. 3ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν
 παρέξῃ = WH Treg NA/NIV: || παρέξει = RP
παρέξῃ τοῦτο,
5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν
 φίλους ὁ ἑκατοντάρχης = WH NA/NIV: || πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος = Treg; || πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους = RP
φίλους ἑκατοντάρχης ⸃ λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ
 ἱκανός εἰμι = WH Treg NA/NIV: || εἰμι ἱκανός = RP
ἱκανός εἰμι ⸃ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ
 ἰαθήτω = WH Treg NA/NIV: || ἰαθήσεται = RP
ἰαθήτω παῖς μου·
8καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. 9ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν,
 οὐδὲ = WH Treg NA/NIV: || οὔτε = RP
οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
10καὶ ὑποστρέψαντες
 εἰς τὸν οἶκον οἱ πεμφθέντες = WH Treg NA/NIV: || οἱ πεμφθέντες εἰς τὸν οἶκον = RP
εἰς τὸν οἶκον οἱ πεμφθέντες ⸃ εὗρον
 τὸν = WH Treg NA/NIV: || τὸν ἀσθενοῦντα = RP
τὸν δοῦλον ὑγιαίνοντα.

11Καὶ ἐγένετο ἐν τῷ ἑξῆς
 ἐπορεύθη = WH NA/NIV: || ἐπορεύετο = Treg RP
ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἱκανοί = RP
αὐτοῦ καὶ ὄχλος πολύς.
12ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς
 μονογενὴς υἱὸς = WH Treg NA/NIV: || υἱὸς μονογενὴς = RP
μονογενὴς υἱὸς ⸃ τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ
 ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς
 ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν σὺν αὐτῇ.
13καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας
 ἠγέρθη = WH Treg NA/NIV: || ἐγήγερται = RP
ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ.
17καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ
 καὶ = WH NA/NIV: || καὶ ἐν = Treg RP
καὶ πάσῃ τῇ περιχώρῳ.

18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης 19ἔπεμψεν πρὸς τὸν
 κύριον = WH Treg NA/NIV: || Ἰησοῦν = RP
κύριον λέγων· Σὺ εἶ ἐρχόμενος
 ἄλλον = NA/NIV RP: || ἕτερον = WH Treg
ἄλλον προσδοκῶμεν;
20παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης βαπτιστὴς
 ἀπέστειλεν = WH NA/NIV: || ἀπέσταλκεν = Treg RP
ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν;
21ἐν
 ἐκείνῃ = WH Treg NA/NIV: || αὐτῇ δὲ = RP
ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς
 ἐχαρίσατο = WH Treg NA/NIV: || ἐχαρίσατο τὸ = RP
ἐχαρίσατο βλέπειν.
22καὶ
 ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς ὁ Ἰησοῦς = RP
ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε·
 τυφλοὶ = WH NA/NIV: || ὅτι τυφλοὶ = Treg RP
τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,
 κωφοὶ = Treg RP: || καὶ κωφοὶ = WH NA/NIV
κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν
 πρὸς τοὺς ὄχλους = WH Treg NA/NIV: || τοῖς ὄχλοις = RP
πρὸς τοὺς ὄχλους ⸃ περὶ Ἰωάννου· Τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25ἀλλὰ τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26ἀλλὰ τί
 ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27οὗτός ἐστιν περὶ οὗ γέγραπται·
 Ἰδοὺ = WH Treg NA/NIV: || Ἰδοὺ ἐγώ = RP
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
28
 λέγω = WH Treg NA/NIV: || λέγω γὰρ = RP
λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν
 Ἰωάννου = WH NA/NIV: || προφήτης Ἰωάννου = Treg; || προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ = RP
Ἰωάννου οὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
29(καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.)

31Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις,
 ἃ λέγει = WH NA/NIV: || λέγοντες = Treg; || καὶ λέγουσιν = RP
λέγει ⸃· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε·
 ἐθρηνήσαμεν = WH Treg NA/NIV: || ἐθρηνήσαμεν ὑμῖν = RP
ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
33ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴς
 μὴ = WH NA/NIV: || μήτε = Treg RP
μὴ
 ἐσθίων ἄρτον μήτε πίνων οἶνον = WH Treg NA/NIV: || ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων = RP
ἐσθίων ἄρτον μήτε πίνων οἶνον ⸃, καὶ λέγετε· Δαιμόνιον ἔχει·
34ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35καὶ ἐδικαιώθη σοφία ἀπὸ
 πάντων τῶν τέκνων αὐτῆς = WH Treg NA/NIV: || τῶν τέκνων αὐτῆς πάντων = RP
πάντων τῶν τέκνων αὐτῆς ⸃.

36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς
 τὸν οἶκον = WH Treg NA/NIV: || τὴν οἶκὶαν = RP
τὸν οἶκον ⸃ τοῦ Φαρισαίου
 κατεκλίθη = WH Treg NA/NIV: || ἀνεκλίθη = RP
κατεκλίθη.
37καὶ ἰδοὺ γυνὴ
 ἥτις ἦν ἐν τῇ πόλει = WH Treg NA/NIV: || ἐν τῇ πόλει ἥτις ἦν = RP
ἥτις ἦν ἐν τῇ πόλει ⸃ ἁμαρτωλός,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐπιγνοῦσα ὅτι
 κατάκειται = WH Treg NA/NIV: || ἀνάκειται = RP
κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
38καὶ στᾶσα
 ὀπίσω παρὰ … αὐτοῦ = WH Treg NA/NIV: || παρὰ … αὐτοῦ ὀπίσω = RP
ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ ⸃ κλαίουσα,
 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ = WH Treg NA/NIV: || ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν = RP
τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ ⸃ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
39ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ
 ἦν = Treg NA/NIV RP: || ἦν ὁ = WH
ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
40καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. δέ·
 Διδάσκαλε εἰπέ φησίν = WH Treg NA/NIV: || φησίν Διδάσκαλε εἰπέ = RP
Διδάσκαλε, εἰπέ, φησίν ⸃.
41δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· εἷς ὤφειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα. 42μὴ
 ἐχόντων = WH Treg NA/NIV: || ἐχόντων δὲ = RP
ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν
 αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν εἶπέ = RP
αὐτῶν πλεῖον
 ἀγαπήσει αὐτόν = WH Treg NA/NIV: || αὐτὸν ἀγαπήσει = RP
ἀγαπήσει αὐτόν ⸃;
43
 ἀποκριθεὶς = WH NA/NIV: || ἀποκριθεὶς ὁ = Treg; || ἀποκριθεὶς δὲ ὁ = RP
ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας.
44καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ
 μοι = WH Treg NA/NIV: || [omit] = RP
μοι ἐπὶ
 πόδας = WH Treg NA/NIV: || τοὺς πόδας μου = RP
πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς
 θριξὶν = WH Treg NA/NIV: || θριξὶν τὴς κεφαλῆς = RP
θριξὶν αὐτῆς ἐξέμαξεν.
45φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν
 τοὺς πόδας μου = WH Treg NA/NIV: || μου τοὺς πόδας = RP
τοὺς πόδας μου ⸃.
47οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50εἶπεν δὲ πρὸς τὴν γυναῖκα· πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.



Copyright information for SBLG